Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.296 Joseph. AJ 7.301 (English) >>Joseph. AJ 7.305

7.299οὗτος ἦν μὲν καὶ ἀπόγονος τῶν Γιγάντων, ἔχων δὲ καὶ ξυστόν, οὗ τὴν λαβὴν συνέλκειν σταθμὸν σίκλους τριακοσίους, καὶ θώρακα ἁλυσιδωτὸν καὶ ῥομφαίαν ὥρμησεν ἐπιστραφεὶς ὡς ἀποκτενῶν τὸν τῶν πολεμίων βασιλέα· παρεῖτο γὰρ ὑπὸ τοῦ κόπου. ἐπιφανεὶς δʼ ἐξαίφνης Ἀβεσσαῖος Ἰωάβου ἀδελφὸς τὸν βασιλέα μὲν ὑπερήσπισε περιβὰς κείμενον, ἀπέκτεινε δὲ τὸν πολέμιον. 7.300ἤνεγκε δʼ ἐπὶ τῷ παρʼ ὀλίγον κινδυνεῦσαι τὸν βασιλέα χαλεπῶς τὸ πλῆθος· καὶ οἱ ἡγεμόνες ὥρκωσαν αὐτὸν μηκέτι εἰς μάχην ἀπαντῆσαι σὺν αὐτοῖς, μὴ διʼ ἀνδρείαν καὶ προθυμίαν παθών τι τῶν δεινῶν στερήσῃ τὸν λαὸν τῶν διʼ αὐτὸν ἀγαθῶν, ὅσα τε ἤδη παρέσχηκε καὶ ὅσων ἔτι μεθέξουσι πολὺν βιώσαντος χρόνον. 7.301

Συνελθόντων δὲ τῶν Παλαιστίνων εἰς Γάζαρα πόλιν ἀκούσας βασιλεὺς ἔπεμψεν ἐπʼ αὐτοὺς στρατιάν. ἠρίστευσε δὲ τότε καὶ σφόδρʼ ηὐδοκίμησε Σαβρήχης Χετταῖος εἷς τῶν περὶ Δαυίδην ἀνδρειοτάτων· ἀπέκτεινε γὰρ πολλοὺς τῶν αὐχούντων προγόνους τοὺς Γίγαντας καὶ μέγα ἐπʼ ἀνδρείᾳ φρονούντων, αἴτιός τε τῆς νίκης τοῖς Ἑβραίοις ἐγένετο. 7.302καὶ μετʼ ἐκείνην τὴν ἧτταν πάλιν ἐπολέμησαν οἱ Παλαιστῖνοι· καὶ στρατιὰν ἐπʼ αὐτοὺς Δαυίδου πέμψαντος ἠρίστευσεν Ἐφὰν συγγενὴς αὐτοῦ· μονομαχήσας γὰρ τῷ πάντων ἀνδρειοτάτῳ Παλαιστίνων ἀπέκτεινεν αὐτὸν καὶ τοὺς ἄλλους εἰς φυγὴν ἔτρεψε, πολλοί τε αὐτῶν ἀπέθανον μαχόμενοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.296 Joseph. AJ 7.301 (English) >>Joseph. AJ 7.305

Powered by PhiloLogic